Απόδειπνο Παρασκευής προ του Λαζάρου
ΤΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΟ ΤΟΥ ΛΑΖΑΡΟΥ
ΕΙΣ ΤΟ ΑΠΟΔΕΙΠΝΟΝ
Ὁ ἱερεὺς ἵσταται
στὸ πρῶτο στασίδι τῆς ἀριστερῆς πλευρᾶς τοῦ ναοῦ, ἀμέσως μετὰ τὸ τέμπλο, ὅταν ὅμως
λέγει κάτι στέκεται ἕνα ἤ δύο μέτρα, ἀναλόγως τοῦ μεγέθους τοῦ ναοῦ, πρὸ τῶν ἁγίων
θυρῶν (τοῦ ἱεροῦ βήματος).
Ὁ Ἱερεύς· Εὐλογητὸς ὁ
Θεὸς ἡμῶν, πάντοτε· νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Λαός· Ἀμήν.
Δόξα σοι Χριστέ,
ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.
Βασιλεῦ οὐράνιε, Παράκλητε,
τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς
τῶν ἀγαθῶν, καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν, καὶ καθάρισον
ἡμᾶς ἀπὸ πάσης κηλῖδος, καὶ σῶσον, Ἀγαθέ, τὰς ψυχὰς ἡμῶν. Ἀμήν.
Ἅγιος ὁ Θεός,
Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Ἅγιος ὁ Θεός,
Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Ἅγιος ὁ Θεός,
Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Δόξα
Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. Ἀμήν.
Παναγία
Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα,
συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας
ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε,
ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Δόξα
Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. Ἀμήν.
Πάτερ
ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία
σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν
τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν,
ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς
πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὁ Ἱερεύς· Ὅτι σοῦ ἐστιν
ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου
Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Λαός· Ἀμήν. Κύριε,
ἐλέησον (ιβ´ 12 φορές).
Δεῦτε
προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε
προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε
προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ Βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Μετάνοιες
γ’.
Ψαλμὸς
Ν´ (50).
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός
σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ
πλεῖον πλῦνον με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν
με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου
ἐστὶ διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα·
ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ
γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ
μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας
σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς
με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην·
ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν
κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις
μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον
μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου,
καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου,
καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς
τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν
σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ
τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ
σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις
θυσίαν δικαιοσύνης, ἀναφορὰ καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν
ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Ψαλμὸς
ΞΘ´ (69).
Ὁ Θεός, εἰς
τὴν βοήθειάν μου πρόσχες· Κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεῦσον. Αἰσχυνθήτωσαν
καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου. Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω
καὶ καταισχυνθήτωσαν οἱ βουλόμενοί μοι κακά. Ἀποστραφήτωσαν παραυτίκα
αἰσχυνόμενοι οἱ λέγοντές μοι· εὖγε, εὖγε. Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν
ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, ὁ Θεός. Καὶ λεγέτωσαν διὰ παντός· Μεγαλυνθήτω
ὁ Κύριος, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου. Ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης·
ὁ Θεός, βοήθησόν μοι. Βοηθός μου καὶ ῥύστης μου εἶ σύ, Κύριε, μὴ χρονίσῃς.
Ψαλμὸς
ΡΜΒ´ (142).
Κύριε, εἰσάκουσον
τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν
μου ἐν τῇ δικαιοσύνῃ σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου
σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς
τὴν ψυχήν μου· ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς
ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη
ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις
σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς
μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε
τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός
σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι,
ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου· Κύριε, πρὸς
σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός
σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν
ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς
πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμί.
Δοξολογία.
Δόξα ἐν ὑψίστοις
Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν
σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι διὰ τὴν μεγάλην
σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε
Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς
τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον
ἡμᾶς ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ
καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος,
σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ᾿
ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα
καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγεννήθης ἡμῖν ἐν γενεᾷ
καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν
σοι. Κύριε, πρός σε κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι
σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοί πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Καταξίωσον, Κύριε, ἐν
τῇ νυκτὶ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε,
ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου
εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, καθάπερ
ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά
σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς
εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν
αἰῶνα· τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει
ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν
καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τὸ
Σύμβολον τῆς Πίστεως[1].
Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα,
παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.
Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν
ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν
ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί,
δι᾿ οὗ τὰ πάντα ἐγένετο. Τὸν δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν
σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος ἁγίου
καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν
ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα, καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ
ἡμέρᾳ κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον
ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας
καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον,
τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ
καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν
προφητῶν. Εἰς μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ
ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωὴν
τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.
Εἰς τὸ σημεῖον τοῦτο ψάλλεται
ὁ ταχθεὶς κανὼν
Στὴν η’ ᾠδὴ δὲν λέγεται «Εὐλογοῦμεν Πατέρα υἱὸν...», ἀλλὰ «Δόξα
Πατρί...». Μετὰ τὸ πέρας καὶ τῆς θ’ ᾠδῆς τοῦ κανόνος λέγεται τὸ Ἄξιον ἐστιν.
ΕΙΣ ΤΟ ΑΠΟΔΕΙΠΝΟΝ
Ψάλλομεν τὸν ἑπόμενον Κανόνα.
Ποίημα Ἀνδρέου Κρήτης.
Ὠδὴ α' Ἦχος α'
Ὁ Εἱρμὸς.
Ὁ α’ χορὸς
«Ὠδὴν
ἐπινίκιον, ᾄσωμεν πάντες, Θεῷ τῷ ποιήσαντι, θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ
σώσαντι τὸν Ἰσραήλ, ὅτι δεδόξασται».
Δόξα σοί, ὁ
Θεὸς ἠμῶν, δόξα σοὶ.
Νεκρὸν
τετραήμερον ἐξαναστήσας, Σωτήρ μου τὸν Λάζαρον, τῆς φθορᾶς ἀπήλλαξας, βραχίονι ὑψηλῷ,
καὶ ἔδειξας ὡς δυνατός, τὴν ἐξουσίαν σου.
Δόξα σοί, ὁ
Θεὸς ἠμῶν, δόξα σοὶ.
Φωνήσας
τὸν Λάζαρον ἐκ τοῦ μνημείου, εὐθὺς ἐξανέστησας, ἀλλ' ὁ Ἅδης κάτωθεν, πικρῶς ὠδύρετο,
καὶ στένων ἔτρεμε Σωτήρ, τὴν ἐξουσίαν σου.
Δόξα σοί, ὁ
Θεὸς ἠμῶν, δόξα σοὶ.
Ἐδάκρυσας
Κύριε ἐπὶ Λαζάρῳ, δεικνύων τὴν σάρκωσιν, τῆς οἰκονομίας σου, καὶ ὅτι φύσει Θεός,
ὑπάρχων, φύσει καθ' ἡμᾶς, γέγονας ἄνθρωπος.
Δόξα σοί, ὁ
Θεὸς ἠμῶν, δόξα σοὶ.
Τῆς
Μάρθας τὰ δάκρυα καὶ τῆς Μαρίας, κατέπαυσας Κύριε, ἐκ νεκρῶν τὸν Λάζαρον, ἐξαναστήσας
Σωτήρ, καὶ δείξας ἔμπνουν τὸν νεκρόν, τῇ ἐξουσίᾳ σου.
Δόξα σοί, ὁ
Θεὸς ἠμῶν, δόξα σοὶ.
Τῷ
νόμῳ τῆς φύσεως τῆς ἀνθρωπίνης, ἠρώτησας Δέσποτα, ποῦ τέθειται Λάζαρος; δεικνύων
πᾶσι Σωτήρ, ἀνόθευτον τὴν πρὸς ἡμᾶς, οἰκονομίαν σου.
Δόξα σοί, ὁ
Θεὸς ἠμῶν, δόξα σοὶ.
Τὰ
κλεῖθρα συνέτριψας τότε τοῦ Ἅδου, φωνήσας τὸν Λάζαρον, καὶ τὸ κράτος ἔσεισας,
τοῦ πολεμήτορος, καὶ ἔπεισας πρὸ τοῦ Σταυροῦ, τρέμειν σε μόνε Σωτήρ.
Δόξα σοί, ὁ
Θεὸς ἠμῶν, δόξα σοὶ.
Δεσμώτην
τὸν Λάζαρον ὑπὸ τοῦ Ἅδου, κρατούμενον Δέσποτα, ὡς Θεὸς προέφθασας, καὶ ἔλυσας τῶν
δεσμῶν· τῷ σῷ γὰρ πάντα Δυνατέ, ἥκει προστάγματι.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ
Πνεύματι.
Πατέρα
δοξάσωμεν, Υἱὸν καὶ Πνεῦμα, Τριάδα ἀχώριστον, ἐν Μονάδι φύσεως, καὶ σὺν Ἀγγέλοις
αὐτήν, ὡς ἕνα ἄκτιστον Θεόν, δοξολογήσωμεν.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον
Ἀτρέπτως
ἐκύησας Παρθενομῆτορ, τὸν Κτίστην τῆς φύσεως ἐξ ἁγίου Πνεύματος, κατ΄ εὐδοκίαν
Πατρός, γενόμενον ὅπερ ἑσμέν, δίχα τροπῆς καὶ φυρμοῦ.
Ὠδὴ β’ Ὁ Εἱρμὸς.
Ὁ β’ χορὸς
«Πρόσεχε,
οὐρανὲ καὶ λαλήσω, καὶ ἀνυμνήσω Χριστόν, τὸν Σωτῆρα τοῦ Κόσμου, τὸν μόνον φιλάνθρωπον».
Δόξα σοί, ὁ
Θεὸς ἠμῶν, δόξα σοὶ.
Δόξα
σοι, τῷ φωνήσαντι μόνον, καὶ ἐκ τοῦ τάφου, νεκρὸν τεταρταῖον, τὸν φίλον ἐγείραντι
Λάζαρον.
Δόξα σοί, ὁ
Θεὸς ἠμῶν, δόξα σοὶ.
Ἤκουσε,
τῆς φωνῆς σου ὁ ἄπνους, καὶ ψυχωθεὶς ἐκ νεκρῶν, ἐξανέστη εὐθέως, δοξάζων σε Κύριε.
Δόξα σοί, ὁ
Θεὸς ἠμῶν, δόξα σοὶ.
Πρόσταγμα,
ζωηφόρου φωνῆς σου, δεξάμενος ὀδωδῶς, ἐξηγέρθη τοῦ τάφου, Σωτήρ μου ὁ Λάζαρος.
Δόξα σοί, ὁ
Θεὸς ἠμῶν, δόξα σοὶ.
Ἐδάκρυσας,
ἐπὶ φίλῳ Σωτήρ μου, πιστούμενος τοῦτον τὴν ἡμῶν, ὡς ἐφόρεσας φύσιν, καὶ ἀνέστησας.
Δόξα σοί, ὁ
Θεὸς ἠμῶν, δόξα σοὶ.
Ἐτρόμαξεν,
ὡς κατεῖδεν ὁ Ἅδης, παλινδρομοῦντα εὐθύς, τὸν δεδεμένον κειρίαις, φωνὴ πρὸς τὴν
ὧδε ζωήν.
Ἐξέστησαν,
τῶν Ἑβραίων οἱ δῆμοι, ὅτε φωνήσας Σωτήρ, ἐξανέστησας λόγῳ, ὀδωδότα τὸν Λάζαρον.
Δόξα σοί, ὁ
Θεὸς ἠμῶν, δόξα σοὶ.
Ἐσείσθησαν,
τὰ ταμεῖα τοῦ Ἅδου, ὡς ἐψυχοῦτο εὐθύς, κάτω Λάζαρος, τότε τῇ φωνῇ, τοῦ ζωώσαντος.
Ὠδὴ γ’ Ὁ Εἱρμὸς.
Ὁ α’ χορὸς
«Λίθον,
ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγεννήθη εἰς κεφαλὴν γωνίας, αὐτός ἐστιν
ἡ πέτρα, ἐν ᾗ ἐστερέωσε, τὴν Ἐκκλησίαν ὁ Χριστός, ἣν ἐξ ἐθνῶν ἐξηγοράσατο». (Δίς)
Δόξα σοί, ὁ
Θεὸς ἠμῶν, δόξα σοὶ.
Θαῦμα,
ξένον καὶ παράδοξον! πῶς ὁ Κτίστης πάντων, ὅπερ οὐκ ἠγνόει, ὡς ἀγνοῶν ἠρώτα. Ποῦ
κεῖται ὃν θρηνεῖτε; ποῦ τέθαπται Λάζαρος, ὃν μετ' ὀλίγον ἐκ νεκρῶν, ζώντα ὑμῖν ἐξαναστήσω
ἐγώ;
Δόξα σοί, ὁ
Θεὸς ἠμῶν, δόξα σοὶ.
Λίθον,
ὃν σοι προσεκύλισαν, οἱ κηδεύσαντές σε, τοῦτον συγκινῆσαι, ὁ Ἰησοῦς προστάξας,
εὐθὺς ἀνέστησέ σε, φωνήσας σοι Λάζαρε· Ἀνάστα δεῦρο πρός με, ἵνα τήν σὴν ὁ Ἅδης
πτήξῃ φωνήν.
Δόξα σοί, ὁ
Θεὸς ἠμῶν, δόξα σοὶ.
Μάρθα,
καὶ Μαρία Κύριε, ὀδυρμοῖς ἐβόων· Ἴδε ὃν ἐφίλεις, τεταρταῖος ὄζει, εἰ ἧς ὧδε τότε,
οὐκ ἔθνῃσκε Λάζαρος. Ἀλλ' ὡς ἀχώριστος παντί, τοῦτον εὐθὺς φωνήσας ἤγειρας.
Δόξα σοί, ὁ
Θεὸς ἠμῶν, δόξα σοὶ.
Ῥάνας,
ἐπὶ φίλῳ δάκρυα, δι' οἰκονομίαν, ἔδειξας τὴν σάρκα, τὴν ἐξ ἡμῶν ληφθεῖσαν, οὐσίᾳ
οὐ δοκήσει, Σωτὴρ ἑνωθεῖσάν σοι, καὶ ὡς φιλάνθρωπος Θεός, τοῦτον εὐθὺς φωνήσας ἤγειρας.
Δόξα σοί, ὁ
Θεὸς ἠμῶν, δόξα σοὶ.
Οἴμοι,
ὄντως νῦν ἀπόλωλα! ἐκβοῶν ὁ Ἅδης, οὕτω προσεφώνει, τῷ θανάτῳ λέγων· Ἰδοὺ ὁ
Ναζωραῖος, τὰ κάτω συνέσεισε, καὶ τὴν γαστέρα μου τεμών, ἄπνουν νεκρόν φωνήσας ἤγειρε.
Δόξα σοί, ὁ
Θεὸς ἠμῶν, δόξα σοὶ.
Ποῦ
ἡ τῶν Ἑβραίων ἄνοια; ποῦ ἡ ἀπιστία; ἕως πότε πλάνοι; ἕως πότε νόθοι; ὁρᾶτε τὸν
θανέντα, φωνὴ ἐξαλλόμενον, καὶ ἀπιστεῖτε τῷ Χριστῷ; ὄντως υἱοὶ τοῦ σκότους πάντες
ὑμεῖς!
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ
Πνεύματι.
Ἕνα
τῆς Τριάδος οἶδά σε, εἰ καὶ ἐσαρκώθης, ἕνα καὶ δοξάζω, Υἱὸν σεσαρκωμένον, τὸν ἐκ
τῆς Θεοτόκου, ἀσπόρως βλαστήσαντα, καὶ σὺν Πατρὶ καὶ Πνεύματι, ἕνα Υἱὸν
δοξολογούμενον.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον
Ξένον,
καὶ φρικτὸν τὸ ὅραμα, ἐξ οἰκονομίας, ὅπερ προεώρων, οἱ ἀψευδεῖς Προφῆται, Παρθένον
Θεοτόκον, ἀσπόρως μὲν κύουσαν, ἀφθόρως τίκτουσαν Θεόν, μένουσαν δὲ μετὰ τὸν τόκον
ἁγνήν.
Ὠδὴ δ’ Ὁ Εἱρμὸς.
Ὁ β’ χορὸς
«Ἐπήρθη
ὁ ἥλιος, καὶ ἡ σελήνη, ἔστη ἐν τῇ τάξει αὐτῆς, ὑψώθης Μακρόθυμε, ἐπὶ τοῦ Ξύλου,
καὶ ἔπηξας ἐν αὐτῷ, τὴν Ἐκκλησίαν σου».
Δόξα σοί, ὁ
Θεὸς ἠμῶν, δόξα σοὶ.
Ἐδάκρυσας
Κύριε, ἐπὶ Λαζάρῳ, δείξας ὅτι ἄνθρωπος εἶ, καὶ ἤγειρας Δέσποτα, τὸν τεθνεῶτα,
καὶ ἔδειξας τοῖς λαοῖς, ὅτι Υἱὸς εἶ τοῦ Θεοῦ.
Δόξα σοί, ὁ
Θεὸς ἠμῶν, δόξα σοὶ.
Ὁ ἄπνους
ἤκουσε, τὸ πρόσταγμά σου· Δεῦρο ἔξω Λάζαρε, δρομαῖος ἀνίστατο σὺν τοῖς σπαργάνοις,
καὶ ἥλατο Ἀγαθέ, δεικνὺς τὸ κράτος σου.
Δόξα σοί, ὁ
Θεὸς ἠμῶν, δόξα σοὶ.
Τῆς
Μάρθας τὰ δάκρυα, καὶ τῆς Μαρίας, κατέπαυσας Χριστὲ ὁ Θεός, φωνήσας τὸν Λάζαρον,
αὐτεξουσίως, συνήγειρας τῇ φωνῇ, καὶ προσεκύνησέ σοι.
Δόξα σοί, ὁ
Θεὸς ἠμῶν, δόξα σοὶ.
Δακρύσας
ὡς ἄνθρωπος, ἐπὶ Λαζάρῳ, ἐξήγειρας αὐτὸν ὡς Θεός, ἠρώτας· Ποῦ τέθαπται, ὁ
τεταρταῖος; πιστούμενος Ἀγαθέ, τὴν ἐνανθρώπησίν σου.
Δόξα σοί, ὁ
Θεὸς ἠμῶν, δόξα σοὶ.
Τοῦ
Πάθους τὰ σύμβολα, καὶ τοῦ Σταυροῦ σου, γνωρίσαι βουληθεὶς Ἀγαθέ τοῦ Ἅδου τὴν ἄπληστον,
γαστέρα ῥήξας, ἀνέστησας ὡς Θεός, τὸν τετραήμερον.
Δόξα σοί, ὁ
Θεὸς ἠμῶν, δόξα σοὶ.
Τίς
οἶδε, τίς ἤκουσεν, ὅτι ἀνέστη, ἄνθρωπος νεκρὸς ὀδωδώς; Ἠλίας μὲν ἤγειρε, καὶ Ἐλισσαῖος,
ἀλλ' οὐκ ἐκ μνήματος, ἀλλ' οὐδὲ τεταρταῖον.
Δόξα σοί, ὁ
Θεὸς ἠμῶν, δόξα σοὶ.
Ὑμνοῦμέν
σου Κύριε, τὴν δυναστείαν, ὑμνοῦμεν καὶ τὰ Πάθη Χριστέ· τῇ μὲν γὰρ ὡς εὔσπλαγχνος,
ἐθαυματούργεις, τὰ δὲ οἰκονομικῶς, εἵλου ὡς ἄνθρωπος.
Δόξα σοί, ὁ
Θεὸς ἠμῶν, δόξα σοὶ.
Θεὸς
εἶ καὶ ἄνθρωπος, ἐπαληθεύων, τοῖς πράγμασι τὰ ὀνόματα, ἐπέστης τῷ μνήματι, σαρκὶ
ὁ Λόγος, καὶ ἤγειρας ὡς Θεός, τὸν τετραήμερον.
Δόξα σοί, ὁ
Θεὸς ἠμῶν, δόξα σοὶ.
Ἐξέστησαν
Δέσποτα, Ἑβραίων δῆμοι, ὡς εἶδον ἀναστάντα νεκρόν, ἐκ τάφου τὸν[3] Λάζαρον, σὺν τῇ φωνῇ σου, καὶ ἔμειναν ἀπειθεῖς,
τῶν θαυμασίων σου.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ
Πνεύματι.
Ἀνάρχως
ἐξέλαμψας, ἐκ τοῦ Πατρός σου, ὡς εἷς τῆς Τριάδος Σωτήρ, ἐν χρόνῳ, ἐκ Πνεύματος,
παρθενικῶν σὺ προῆλθες αἱμάτων, σάρκα λαβὼν ὁ ὑπερούσιος.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον
Ἡ σύλληψις
ἄσπορος τῆς Θεοτόκου, ὁ τόκος ἄνευ πάθους φθορᾶς· Θεὸς γὰρ ἀμφότερα, θαυματουργήσας,
ἐκένωσεν ἑαυτόν, ἵνα ἡμῖν ἑνωθῇ.
Ὠδὴ ε’ Ὁ Εἱρμὸς.
Ὁ α’ χορὸς
«Τὴν
σὴν εἰρήνην δὸς ἡμῖν Υἱὲ τοῦ Θεοῦ· ἄλλον γὰρ ἐκτός σου, Θεὸν οὐ γινώσκομεν, τὸ ὄνομά
σου ὀνομάζομεν, ὅτι Θεὸς ζώντων, καὶ τῶν νεκρῶν ὑπάρχεις». (Δίς)
Δόξα σοί, ὁ
Θεὸς ἠμῶν, δόξα σοὶ.
Ζωὴ
ὑπάρχων Κύριε, καὶ φῶς ἀληθινόν, Λάζαρον νεκρὸν φωνήσας ἀνέστησας· ὡς δυνατὸς γὰρ
πᾶσιν ἔδειξας, ὅτι Θεὸς ζώντων, καὶ τῶν νεκρῶν ὑπάρχεις.
Δόξα σοί, ὁ
Θεὸς ἠμῶν, δόξα σοὶ.
Τὴν
ἄστεκτόν σου πρόσταξιν, μὴ φέρων Ἰησοῦ, Ἅδης ὁ πολλοὺς δεξάμενος ἔπτηξε, καὶ
τεταρταῖον ὄντα Λάζαρον, σὺν τῇ φωνῇ ζῶντα, καὶ οὐ νεκρὸν ἐδίδου.
Δόξα σοί, ὁ
Θεὸς ἠμῶν, δόξα σοὶ.
Τὸν
χοῦν συνάψας πνεύματι, ὁ πάλαι τὸν πηλόν, πνεύματι ψυχώσας, ζωῆς Λόγε λόγῳ σου,
καὶ νῦν δὲ λόγῳ ἐξανέστησας, ἐκ τῆς φθορᾶς φίλον, καὶ τῶν καταχθονίων.
Δόξα σοί, ὁ
Θεὸς ἠμῶν, δόξα σοὶ.
Τῷ
νεύματί σου Κύριε ἀνθέστηκεν οὐδείς· ὅτε γὰρ νεκρόν, ἐφώνεις τὸν Λάζαρον, εὐθὺς
ὁ ἄπνους ἐξανίστατο, καὶ τὰ δεσμὰ φέρων, ποσὶ περιεπάτει.
Δόξα σοί, ὁ
Θεὸς ἠμῶν, δόξα σοὶ.
Ὢ Ἰουδαίων
ἄνοια! ὢ πώρωσις ἐχθρῶν! τίς οἶδε νεκρὸν ἐκ τάφου ἐγείραντα; Ἠλίας πάλαι ἐξανέστησεν,
ἀλλ' οὐκ ἐκ μνήματος, ἀλλ' οὐδὲ τεταρταῖον.
Δόξα σοί, ὁ
Θεὸς ἠμῶν, δόξα σοὶ.
Ἀνείκαστε
μακρόθυμε, ὁ πάντα δι' ἡμᾶς, πράττων ὡς Θεός, καὶ πάσχων ὡς ἄνθρωπος, πάντας
μετόχους ἡμᾶς ποίησον, τῆς σῆς βασιλείας πρεσβείαις τοῦ Λαζάρου.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ
Πνεύματι.
Προάναρχε,
συνάναρχε, ὁμότιμε Τριάς, Πάτερ παντοκράτορ, Υἱέ, Πνεῦμα ἅγιον, Μονὰς ἁγία
τρισυπόστατε, τοὺς ἐξ Ἀδὰμ σῷζε, πιστῶς σε ἀνυμνοῦντας.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον
Τὴν
ἄχραντον γαστέρα σου, ἡγίασεν Ἁγνή, σάρκα ἐξ αὐτῆς, λαβὼν ὁ ὑπέρθεος, ὁ ἐν Τριάδι
προσκυνούμενος, ὁ ἐκ Πατρὸς Λόγος, καὶ σὺν τῷ Πνεύματι Θεός.
Ὠδὴ ς’ Ὁ Εἱρμὸς.
Ὁ β’ χορὸς
«Ἀπέρριψάς
με, εἰς βάθη καρδίας θαλάσσης, καὶ ἔσωσάς με Σωτήρ, δουλείας θανάτου, καὶ ἔλυσας
τὸν δεσμόν, τῶν ἀνομιῶν μου». (Δίς)
Δόξα σοί, ὁ
Θεὸς ἠμῶν, δόξα σοὶ.
Ἠρώτησας·
Ποῦ εἰμι, ὁ πάντα γινώσκων, ἐδάκρυσάς με Σωτήρ, ὡς ἄνθρωπος φύσει, καὶ ἤγειράς
με νεκρόν, τῷ προστάγματί σου.
Δόξα σοί, ὁ
Θεὸς ἠμῶν, δόξα σοὶ.
Ἐφώνησάς
με ἐξ Ἅδου, Σωτὴρ κατωτάτου, βοᾷ Λάζαρος, πρὸς σὲ τὸν λύτην τοῦ Ἅδου, καὶ
ἤγειράς με νεκρόν, τῷ προστάγματί σου.
Δόξα σοί, ὁ
Θεὸς ἠμῶν, δόξα σοὶ.
Ἐνέδυσάς
με Σωτήρ, τὸ πήλινον σῶμα, καὶ ἔπνευσάς μοι ζωήν, καὶ εἶδον τὸ φῶς σου, καὶ ἤγειράς
με νεκρόν, τῷ προστάγματί σου.
Δόξα σοί, ὁ
Θεὸς ἠμῶν, δόξα σοὶ.
Ἐψύχωσας
σύ, τὴν ἄπνουν μορφὴν τῆς σαρκός μου, συνέσφιγξάς με Σωτήρ, ὀστέοις καὶ νεύροις,
καὶ ἤγειράς με νεκρόν, τῷ προστάγματί σου.
Δόξα σοί, ὁ
Θεὸς ἠμῶν, δόξα σοὶ.
Τὴν
παμφάγον διαρρήξας, γαστέρα τοῦ ᾍδου, ἐξήρπασάς με Σωτήρ, τῇ σῇ δυναστείᾳ, καὶ ἤγειράς
με νεκρόν, τῷ προστάγματί σου.
Δόξα σοί, ὁ
Θεὸς ἠμῶν, δόξα σοὶ.
Ἐφόρεσάς
μου Σωτήρ, τὸ φύραμα ὅλον, ἐφύλαξας δὲ ἁγνήν, τὴν ἄχραντον μήτραν, ἐξ ἧς προῆλθες
σαρκωθείς, εἷς ὢν τῆς Τριάδος.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ
Πνεύματι.
Τριὰς
ἁγία δοξάζω, τὴν σὴν εὐσπλαγχνίαν, καὶ σὺν Ἀγγέλοις ὑμνῶ, τὸν τρισάγιον Ὕμνον, ἐλέησον
τὰς ψυχὰς ἡμῶν, τῶν σὲ ἀνυμνούντων.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον
Τὴν
ἄχραντόν σου νηδύν, ὑπέδυ ὁ Λόγος, ἐτήρησε δὲ αὖθις, μετὰ γέννησιν ταύτην, ἁγνὴν
Θεογεννῆτορ, θαῦμα ὄντως παράδοξον!
Ὠδὴ ζ’ Ὁ Εἱρμὸς.
Ὁ α’ χορὸς
«Τοὺς
ἐν καμίνῳ Παῖδάς σου Σωτήρ, οὐχ ἥψατο, οὐδὲ παρηνώχλησε τὸ πῦρ, τότε οἱ Τρεῖς, ὡς
ἐξ ἑνὸς στόματος, ὕμνουν καὶ ηὐλόγουν λέγοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων
ἡμῶν».
Δόξα σοί, ὁ
Θεὸς ἠμῶν, δόξα σοὶ.
Ἐπὶ
νεκρῷ ἐδάκρυσας Σωτήρ, φιλάνθρωπε, ἵνα δείξῃς πᾶσι τοῖς λαοῖς, ὅτι Θεὸς ὢν, δι'
ἡμᾶς ἄνθρωπος ὤφθης, καὶ ἑκὼν ἐδάκρυσας, τύπους ἡμῖν προτιθείς, ἐνδιαθέτου
στοργῆς.
Δόξα σοί, ὁ
Θεὸς ἠμῶν, δόξα σοὶ.
Ὁ τεταρταῖος
Λάζαρος Σωτήρ, ὡς ἤκουσε, κάτω τῆς φωνῆς σου ἀναστάς, ἀνύμνησέ σε, καὶ γεγηθὼς
οὕτως ἐβόα· Σὺ Θεὸς καὶ Κτίστης μου, σὲ προσκυνῶ καὶ ὑμνῶ, τόν ἀναστήσαντά με.
Δόξα σοί, ὁ
Θεὸς ἠμῶν, δόξα σοὶ.
Εἰ
καὶ δεσμὰ περίκειμαι Σωτήρ, ὁ Λάζαρος, κάτωθεν ἐβόα Λυτρωτά, ἀλλ' οὐδαμῶς, ἐν τῇ
γαστρὶ μενῶ τοῦ Ἅδου, ἐὰν μόνον κράξῃς με· Λάζαρε δεῦρο ἔξω· σὺ γάρ μου φῶς καὶ
ζωή.
Δόξα σοί, ὁ
Θεὸς ἠμῶν, δόξα σοὶ.
Παρακαλῶ
σε Λάζαρε, φησίν, ἀνάστηθι, ἔξελθε τῶν κλείθρων μου ταχύ, ἄπιθι οὖν· καλόν μοι
γὰρ ἕνα θρηνῆσαι, πικρῶς ἀφαιρούμενον, παρὰ πάντας οὓς πρίν, πεινῶν κατέπιον.
Δόξα σοί, ὁ
Θεὸς ἠμῶν, δόξα σοὶ.
Καὶ
τί βραδύνεις Λάζαρε; φησίν, ὁ φίλος σου, δεῦρο ἔξω κράζει ἑστηκώς· ἔξελθε οὖν, ἵνα
κᾀγὼ ἄνεσιν λάβω· ἀφ' οὗ γάρ σε ἔφαγον, εἰς ἐμετὸν ἡ τροφή, ἀντικατέστη μοι.
Δόξα σοί, ὁ
Θεὸς ἠμῶν, δόξα σοὶ.
Τί
οὐκ ἐγείρῃ Λάζαρε ταχὺ; ἀνέκραζε, κάτωθεν ὁ Ἅδης θρηνωδῶν, τί οὐκ εὐθύς, ἐξαναστὰς
τρέχεις τῶν ὧδε; ἵνα μὴ καὶ ἄλλους μοι, αἰχμαλωτίσῃ Χριστὸς ἐξαναστήσας σε.
Δόξα σοί, ὁ
Θεὸς ἠμῶν, δόξα σοὶ.
Ἐθαυμαστώθης
Δέσποτα Χριστέ, ἐξαίσια, τότε ἐργασάμενος πολλά· φῶς γὰρ τυφλοῖς, κωφῶν δὲ ὦτα,
ἤνοιξας λόγῳ, καὶ τὸν φίλον Λάζαρον, ἐκ τῶν νεκρῶν ὡς Θεός, φωνήσας ἥγειρας.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ
Πνεύματι.
Τριαδικὴν
ὑμνήσωμεν ᾠδήν, δοξάζοντες, ἄναρχον Πατέρα, καὶ Υἱόν, Πνεῦμα εὐθές, μοναδικὴν μίαν
οὐσίαν, ἣν τρισσῶς ὑμνήσωμεν· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ἡ Τριάς.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον
Ὡς
τῆς Τριάδος ἕνα σε Χριστέ, δοξάζομεν, ὅτι ἐκ Παρθένου σαρκωθεὶς δίχα τροπῆς, ἀνθρωπικῶς
πάντα ἠνέσχου, μὴ ἐκστὰς τῆς φύσεως, τῆς πατρικῆς Ἰησοῦ, εἰ καὶ ἡνώθης ἡμῖν.
Ὠδὴ η’ Ὁ Εἱρμὸς.
Ὁ β’ χορὸς
«Οἱ
οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ, τὸ ὑπεράνω τῶν οὐρανῶν, εὐλογεῖτε, ὑμνεῖτε, τὸν
Κύριον». (Δίς)
Δόξα σοί, ὁ
Θεὸς ἠμῶν, δόξα σοὶ.
Ὁ Ποιητὴς
καὶ συνοχεὺς τῶν ἁπάντων, δι΄ εὐσπλαγχνίαν, ἐν Βηθανίᾳ ἐπέστη, ἐγείρων τὸν Λάζαρον.
Δόξα σοί, ὁ
Θεὸς ἠμῶν, δόξα σοὶ.
Ὁ τεταρταῖος
ὀδωδώς, καὶ κειρίαις συνειλημμένος, ἥλατο ἔμπνους ὁ ἄπνους, φωνοῦντός σου Κύριε.
Δόξα σοί, ὁ
Θεὸς ἠμῶν, δόξα σοὶ.
Τῶν
Ἰουδαίων ὁ λαός, ὡς ἑώρα τὸν τεθνεῶτα, τῇ σῇ φωνῇ ἀναστάντα, Χριστὲ διεπρίετο.
Δόξα σοί, ὁ
Θεὸς ἠμῶν, δόξα σοὶ.
Οἱ
σκοτεινοὶ περὶ τὸ φῶς, Ἰουδαῖοι, τί ἀπιστεῖτε, τῇ τοῦ Λαζάρου ἐγέρσει; Χριστοῦ
τὸ ἐγχείρημα.
Δόξα σοί, ὁ
Θεὸς ἠμῶν, δόξα σοὶ.
Ἀγαλλιάσθω
ἡ Σιών, καὶ ὑμνείτω τὸν Ζωοδότην, τὸν ἀναστήσαντα λόγῳ, ἐκ τάφου τὸν Λάζαρον.
Δόξα σοί, ὁ
Θεὸς ἠμῶν, δόξα σοὶ.
Αἱ
Στρατιαὶ τῶν οὐρανῶν, καὶ τὸ γένος, τῶν γηγενῶν σε ὕμνησεν, ὅτι Σωτήρ μου, τὸν
Λάζαρον ἤγειρας.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ
Πνεύματι.
Σὺν
τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τὸ Πνεῦμα δοξολογῶ, καὶ ὑμνῶν ἀσιγήτως βοῶ, Τρισάγιε
δόξα σοι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον
Σὲ
εὐλογῶ καὶ προσκυνῶ, τὸν τεχθέντα ἐκ τῆς Παρθένου, μὴ χωρισθέντα τοῦ θρόνου, τῆς
ἁγίας δόξης σου.
Ὠδὴ θ’ Ὁ Εἱρμὸς.
Ὁ α’ χορὸς
«Ἐποίησε
κράτος, ἐν βραχίονι αὐτοῦ· καθεῖλε γὰρ δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς,
ὁ Θεὸς τοῦ Ἰσραήλ, ἐν οἷς ἐπεσκέψατο ἡμᾶς, Ἀνατολὴ ἐξ ὕψους, καὶ κατεύθυνεν ἡμᾶς,
εἰς ὁδὸν εἰρήνης».
Δόξα σοί, ὁ
Θεὸς ἠμῶν, δόξα σοὶ.
Ὑμνείτω
τὸ θαῦμα, Βηθανία σὺν ἡμῖν· ἐν ταύτῃ γὰρ ἐδάκρυσεν ὁ Κτίστης, τὸν Λάζαρον ἀνιστῶν,
νόμῳ φύσεως σαρκός, καὶ Μάρθας τὰ δάκρυα λιπών, καὶ τὸν κλαυθμόν Μαρίας, εἰς
χαρὰν μεταβαλών, τὸν νεκρὸν ἐγείρει.
Δόξα σοί, ὁ
Θεὸς ἠμῶν, δόξα σοὶ.
Πιστούμενος
Λόγε, τὴν Ἀνάστασιν τὴν σήν, ἐκάλεσας τὸν Λάζαρον ἐκ τάφου, καὶ ἥγειρας ὡς Θεός,
ἵνα δείξῃς τοῖς λαοῖς, Θεόν σε, καὶ ἄνθρωπον ὁμοῦ, ἐν ἀληθείᾳ ὄντα, καὶ ἐγείραντα
Ναόν, τὸν τοῦ σώματός σου.
Δόξα σοί, ὁ
Θεὸς ἠμῶν, δόξα σοὶ.
Συνέσεισας
πύλας, καὶ μοχλοὺς τοὺς σιδηρούς, ἐφόβησας τὸν ᾍδην τῇ φωνῇ σου, καὶ ἔπτηξε σὺν
αὐτῷ, καὶ ὁ θάνατος εὐθύς, ὡς εἶδον τὸν Λάζαρον Σωτήρ, τὸν παρ΄ αὐτοῖς δεσμώτην,
ψυχωθέντα τῇ φωνῇ, καὶ ἐξαναστάντα.
Δόξα σοί, ὁ
Θεὸς ἠμῶν, δόξα σοὶ.
Ἐξέστησαν
πάντες, ὡς ἑώρων σε Σωτήρ, δακρύοντα, τὸν Λάζαρον θανέντα, καὶ ἔλεγον οἱ
δεινοί. Ἴδε πῶς αὐτὸν φιλεῖ, εὐθὺς οὖν ἐφώνησας αὐτόν, καὶ ἀναστὰς ὁ ἄπνους, ἀφῃρεῖτο
τὴν φθοράν, τῷ προστάγματί σου.
Δόξα σοί, ὁ
Θεὸς ἠμῶν, δόξα σοὶ.
Ἐσείσθησαν
πύλαι, συνετρίβησαν μοχλοί, ἐλύθησαν δεσμὰ τοῦ τεθνεῶτος· ὁ Ἅδης δὲ τῇ φωνῇ, τῆς
δυνάμεως Χριστοῦ, πικρῶς ἀνεστέναξε, καὶ ἀνεβόα· Οἴμοι! Τίς καὶ πόθεν ἡ φωνή, ἡ
νεκροὺς ζωοῦσα;
Δόξα σοί, ὁ
Θεὸς ἠμῶν, δόξα σοὶ.
Ἀνάστα
ἐντεῦθεν, ὑπακούσας τῆς φωνῆς· ὁ φίλος σου γὰρ ἔξω προσφωνεῖ σε· οὗτός ἐστιν, ὁ
τὸ πρὶν ἀναστήσας τοὺς νεκρούς· Ἠλίας μὲν ἤγειρε νεκρόν, καὶ Ἐλισσαῖος ἅμα, ἀλλ'
αὐτὸς ἦν δι' αὐτῶν, καὶ λαλῶν καὶ πράττων.
Δόξα σοί, ὁ
Θεὸς ἠμῶν, δόξα σοὶ.
Ὑμνοῦμέν
σου, Λόγε, τὴν ἀνείκαστον ἰσχύν· ὀστέοις γὰρ καὶ νεύροις τὸν θανέντα, ἥγειρας λόγῳ
τῷ σῷ, ὡς τῶν ὅλων πλαστουργός, καὶ τοῦτον ἀνέστησας Σωτήρ, ἐκ τῶν καταχθονίων,
ὡς τῆς χήρας τὸν υἱόν, τὸν ἐπὶ τῆς κλίνης.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ
Πνεύματι.
Τριὰς
παναγία, Πάτερ ἄναρχε Θεέ, συνάναρχε Υἱέ, καὶ θεῖε Λόγε, Παράκλητε ἀγαθέ, Πνεῦμα
ἅγιον Θεοῦ, τὸ ἓν καὶ τρισήλιον φάος, ἡ συμφυὴς οὐσία· εἷς Θεὸς καὶ Κύριος, οἴκτειρον
τὸν Κόσμον.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον
Ὁ πάντα
ποιήσας, ἐν σοφίᾳ Ἰησοῦ καὶ ὅλον με φορέσας ἐκ Παρθένου, καὶ ὅλος μένων ἀεί, ἐν
τοῖς κόλποις τοῦ Πατρός, τὸ ἅγιόν σου Πνεῦμα Χριστέ, ἐπὶ τὸ ποίμνιόν σου, καταπέμψας
ὡς Θεός, ἐπισκίασον ἡμᾶς.
Ὁ Εἱρμὸς.
«Ἐποίησε
κράτος, ἐν βραχίονι αὐτοῦ· καθεῖλε γὰρ δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς,
ὁ Θεὸς τοῦ Ἰσραήλ, ἐν οἷς ἐπεσκέψατο ἡμᾶς, Ἀνατολὴ ἐξ ὕψους, καὶ κατεύθυνεν ἡμᾶς,
εἰς ὁδὸν εἰρήνης».
Ὁ Λαός· Ἦχος πλ. β’.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν
σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως
τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον
σὲ μεγαλύνομεν.
Ὁ Λαός· Ἅγιος
ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Ἅγιος ὁ Θεός,
Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Ἅγιος ὁ Θεός,
Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Δόξα
Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. Ἀμήν.
Παναγία
Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα,
συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας
ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε,
ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Δόξα
Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. Ἀμήν.
Πάτερ
ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία
σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν
τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν,
ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς
πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὁ Ἱερεύς· Ὅτι
σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν
καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Λαός· Ἀμήν.
Εἶτα
τὸ τροπάριον τῆς ἑορτῆς ψαλτά.
Ἦχος α’
Τὴν
κοινὴν Ἀνάστασιν πρὸ τοῦ σοῦ Πάθους πιστούμενος, ἐκ νεκρῶν ἤγειρας τὸν Λάζαρον,
Χριστὲ ὁ Θεός· ὅθεν καὶ ἡμεῖς ὡς οἱ Παῖδες, τὰ τῆς νίκης σύμβολα φέροντες, σοὶ
τῷ Νικητῇ τοῦ θανάτου βοῶμεν· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος,
ἐν ὀνόματι Κυρίου.
Κύριε, ἐλέησον
(40 Φορές, μ´), καὶ τὴν εὐχὴν ταύτην.
Ὁ ἐν παντὶ
καιρῷ, καὶ πάσῃ ὥρᾳ, ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος, καὶ δοξαζόμενος
Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ τοὺς
δικαίους ἀγαπῶν καὶ τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς
σωτηρίαν διὰ τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν· Αὐτός, Κύριε,
πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις, καὶ ἴθυνον τὴν ζωὴν
ἡμῶν πρὸς τὰς ἐντολάς σου· τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον,
τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον, καὶ ῥῦσαι ἡμᾶς ἀπὸ
πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις,
ἵνα, τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι, καὶ ὁδηγούμενοι, καταντήσωμεν
εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ εἰς
τὴν ἐπίγνωσιν τῆς ἁγίας Τριάδος· ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.
Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Δόξα Πατρὶ
καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Τὴν Τιμιωτέραν
τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως
Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ἐν ὀνόματι
Κυρίου, εὐλόγησον Πάτερ.
Ὁ Ἱερεύς· Ὁ Θεὸς οἰκτειρῆσαι
ἡμᾶς, καὶ εὐλογῆσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ᾿ ἡμᾶς, καὶ ἐλεῆσαι
ἡμᾶς.
Εὐχὴ εἰς τὴν Ὑπεραγίαν
Θεοτόκον.(Ποίημα Παύλου Μοναχοῦ
Μονῆς τῆς Εὐεργέτιδος)
Μονῆς τῆς Εὐεργέτιδος)
Ὁ Λαός·
Ἐντελῶς
διαβαστά.
Ἄσπιλε, ἀμόλυντε, ἄφθορε, ἄχραντε,
ἁγνὴ Παρθένε, Θεόνυμφε Δέσποινα, ἡ Θεὸν Λόγον τοῖς ἀνθρώποις, τῇ παραδόξῳ σου κυήσει,
ἑνώσασα, καὶ τὴν ἀπωσθεῖσαν φύσιν τοῦ γένους ἡμῶν τοῖς οὐρανίοις συνάψασα,
ἡ τῶν ἀπηλπισμένων μόνη ἐλπίς, καὶ τῶν πολεμουμένων βοήθεια, ἡ ἑτοίμη
ἀντίληψις τῶν εἰς σὲ προστρεχόντων, καὶ πάντων τῶν Χριστιανῶν τὸ καταφύγιον,
μὴ βδελύξῃ με τὸν ἁμαρτωλόν, τὸν ἐναγῆ, τὸν αἰσχροῖς λογισμοῖς καὶ λόγοις
καὶ πράξεσιν ὅλον ἐμαυτὸν ἀχρειώσαντα, καὶ τῇ τῶν ἡδονῶν τοῦ βίου ῥᾳθυμίᾳ
γνώμης, δοῦλον γενόμενον. Ἀλλ᾿ ὡς τοῦ φιλανθρώπου Θεοῦ Μήτηρ, φιλανθρώπως
σπλαγχνίσθητι ἐπ᾿ ἐμοὶ τῷ ἁμαρτωλῷ καὶ ἀσώτῳ, καὶ δέξαι μου τὴν ἐκ ῥυπαρῶν
χειλέων προσφερομένην σοι δέησιν, καὶ τὸν σὸν Υἱόν, καὶ ἡμῶν Δεσπότην
καὶ Κύριον, τῇ μητρικῇ σου παῤῥησίᾳ χρωμένη, δυσώπησον, ἵνα ἀνοίξῃ
κἀμοὶ τὰ φιλάνθρωπα σπλάγχνα τῆς αὑτοῦ ἀγαθότητος, καί, παριδών μου
τὰ ἀναρίθμητα πταίσματα, ἐπιστρέψῃ με πρὸς μετάνοιαν, καὶ τῶν αὑτοῦ
ἐντολῶν ἐργάτην δόκιμον ἀναδείξῃ με. Καὶ πάρεσό μοι ἀεὶ ὡς ἐλεήμων,
καὶ συμπαθής, καὶ φιλάγαθος, ἐν μὲν τῷ παρόντι βίῳ, θερμὴ προστάτις
καὶ βοηθός, τὰς τῶν ἐναντίων ἐφόδους ἀποτειχίζουσα, καὶ πρὸς σωτηρίαν
καθοδηγοῦσά με, καὶ ἐν τῷ καιρῷ τῆς ἐξόδου μου, τὴν ἀθλίαν μου ψυχὴν
περιέπουσα, καὶ τὰς σκοτεινὰς ὄψεις τῶν πονηρῶν δαιμόνων πόῤῥω αὐτῆς
ἀπελαύνουσα· ἐν δὲ τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως, τῆς αἰωνίου με ῥυομένη
κολάσεως, καὶ τῆς ἀποῤῥήτου δόξης τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ ἡμῶν κληρονόμον
με ἀποδεικνύουσα. Ἧς καὶ τύχοιμι, Δέσποινά μου, ὑπεραγία Θεοτόκε,
διὰ τῆς σῆς μεσιτείας καὶ ἀντιλήψεως· χάριτι καὶ φιλανθρωπίᾳ, τοῦ
μονογενοῦς σου Υἱοῦ, τοῦ Κυρίου καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ
Χριστοῦ. ᾯ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ
Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εὐχὴ
ἑτέρα εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. (Ποίημα Ἀντιόχου μοναχοῦ
τοῦ Πανδέκτου)
Δὸς ἡμῖν, Δέσποτα, πρὸς ὕπνον ἀπιοῦσιν,
ἀνάπαυσιν σώματος καὶ ψυχῆς· καὶ διαφύλαξον ἡμᾶς ἀπὸ τοῦ ζοφεροῦ ὕπνου
τῆς ἁμαρτίας, καὶ ἀπὸ πάσης σκοτεινῆς καὶ νυκτερινῆς ἡδυπαθείας.
Παῦσον τὰς ὁρμὰς τῶν παθῶν, σβέσον τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ, τὰ
καθ᾿ ἡμῶν δολίως κινούμενα· τὰς τῆς σαρκὸς ἡμῶν ἐπαναστάσεις κατάστειλον,
καὶ πᾶν γεῶδες καὶ ὑλικὸν ἡμῶν φρόνημα κοίμησον. Καὶ δώρησαι ἡμῖν, ὁ
Θεός, γρήγορον νοῦν, σώφρονα λογισμόν, καρδίαν νήφουσαν, ὕπνον ἐλαφρόν,
καὶ πάσης σατανικῆς φαντασίας ἀπηλλαγμένον. Διανάστησον δὲ ἡμᾶς
ἐν τῷ καιρῷ τῆς προσευχῆς, ἐστηριγμένους ἐν ταῖς ἐντολαῖς σου, καὶ τὴν
μνήμην τῶν σῶν κριμάτων ἐν ἑαυτοῖς ἀπαράθραυστον ἔχοντας. Παννύχιον
ἡμῖν τὴν σὴν δοξολογίαν χάρισαι εἰς τὸ ὑμνεῖν, καὶ εὐλογεῖν, καὶ δοξάζειν
τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὑπερένδοξε, ἀειπάρθενε,
εὐλογημένη Θεοτόκε, προσάγαγε τὴν ἡμετέραν προσευχὴν τῷ Υἱῷ σου
καὶ Θεῷ ἡμῶν, καὶ αἴτησαι, ἵνα σώσῃ διὰ σοῦ τὰς ψυχὰς ἡμῶν.
Ἡ ἐλπίς μου ὁ Πατήρ,
καταφυγή μου ὁ Υἱός, σκέπη μου τὸ Πνεῦμα τὸ Ἅγιον, Τριὰς ἁγία, δόξα
σοι.
Τὴν πᾶσαν ἐλπίδα
μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ· φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Ὁ Προεστὼς· Δόξα σοι, ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα
σοι.
Ὁ Λαός˙ Δόξα Πατρὶ καὶ Υἱὼ καὶ Ἁγίω Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε,
ἐλέησον.
Εὐλόγησον˙
Ὁ Ἱερεύς· (ποιεῖ τὴν ἀπόλυσιν)
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς
πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, τῶν ἁγίων ἐνδόξων
καὶ πανευφήμων Ἀποστόλων, (τοῦ Ἁγίου τῆς ἡμέρας, ἐφ᾿ ὅσον
ἑορτάζηται), καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς ὡς ἀγαθὸς καὶ
φιλάνθρωπος.
Ὁ Ἱερεύς· Εὐξώμεθα
ὑπὲρ εἰρήνης τοῦ κόσμου.
Ὁ Λαός· Κύριε, ἐλέησον.
Ὁ Ἱερεύς· Ὑπὲρ
τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν.
Ὁ Λαός· Κύριε, ἐλέησον.
Ὁ Ἱερεύς· Ὑπὲρ
τοῦ Ἀρχιεπισκόπου/Μητροπολίτου ἡμῶν (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ὁ Λαός· Κύριε, ἐλέησον.
Ὁ Ἱερεύς· Ὑπὲρ
τῶν εὐσεβῶν ἀρχόντων καὶ τοῦ φιλοχρίστου στρατοῦ.
Ὁ Λαός· Κύριε, ἐλέησον.
Ὁ Ἱερεύς· Ὑπὲρ
τῶν ἀπολειφθέντων πατέρων καὶ ἀδελφῶν ἡμῶν.
Ὁ Λαός· Κύριε, ἐλέησον.
Ὁ Ἱερεύς· Ὑπὲρ
τῶν διακονούντων καὶ διακονησάντων ἡμῖν.
Ὁ Λαός· Κύριε, ἐλέησον.
Ὁ Ἱερεύς· Ὑπὲρ
τῶν μισούντων καὶ ἀγαπώντων ἡμᾶς.
Ὁ Λαός· Κύριε, ἐλέησον.
Ὁ Ἱερεύς· Ὑπὲρ
τῶν ἐντειλαμένων ἡμῖν τοῖς ἀναξίοις, εὔχεσθαι ὑπὲρ αὐτῶν.
Ὁ Λαός· Κύριε, ἐλέησον.
Ὁ Ἱερεύς· Ὑπὲρ
ἀναῤῥύσεως τῶν αἰχμαλώτων.
Ὁ Λαός· Κύριε, ἐλέησον.
Ὁ Ἱερεύς· Ὑπὲρ
τῶν ἐν θαλάσσῃ πλεόντων.
Ὁ Λαός· Κύριε, ἐλέησον.
Ὁ Ἱερεύς· Ὑπὲρ
τῶν ἐν ἀσθενείαις κατακειμένων.
Ὁ Λαός· Κύριε, ἐλέησον.
Ὁ Ἱερεύς· Εὐξώμεθα
καὶ ὑπὲρ εὐφορίας τῶν καρπῶν τῆς γῆς.
Ὁ Λαός· Κύριε, ἐλέησον.
Ὁ Ἱερεύς· Καὶ
ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε
εὐσεβῶς κειμένων, καὶ ἁπανταχοῦ Ὀρθοδόξων.
Ὁ Λαός· Κύριε, ἐλέησον.
Ὁ Ἱερεύς· Εἴπωμεν
ὑπὲρ αὐτῶν·
Ὁ Λαός· Κύριε,
ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Ὁ Ἱερεὺς· Δι᾿ εὐχῶν τῶν
ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς.
Ὁ Λαός· Ἀμήν.
εὐχὴ εἰς τὸν Ἄγγελον
φύλακα (β’ εὐχή, νυκτερινή· ἡ α’ ἀνήκει στὸ πρωί).
Ἅγιε Ἄγγελε
τοῦ Θεοῦ, ὁ φύλαξ καὶ
σκεπαστὴς τῆς ἀθλίας μου ψυχῆς
καὶ τοῦ σώματος, πάντα μοι συγχώρησον, ὅσα σοι ἔθλιψα πάσας τὰς ἡμέρας
τῆς ζωῆς μου, καὶ εἴ τι ἥμαρτον τὴν
σήμερον ἡμέραν· σκέπασόν με ἐν τῇ παρούσῃ νυκτὶ καὶ διαφύλαξόν
με ἀπὸ πάσης ἐπηρείας τοῦ ἀντικειμένου, ἵνα μὴ ἔν τινι ἁμαρτήματι
παροργίσω τὸν Θεόν· καὶ πρέσβευε ὑπὲρ ἐμοῦ πρὸς τὸν Κύριον τοῦ ἐπιστηρίξαι
με ἐν τῷ φόβῳ αὐτοῦ καὶ ἄξιον ἀναδεῖξαί με δοῦλον τῆς αὐτοῦ ἀγαθότητος.
Ἀμήν.
ΧΡΗΣΙΜΕΣ ΠΑΡΑΤΗΡΗΣΕΙΣ
Ἡ ἀκολουθία τοῦ Ἀποδείπνου καθὼς φαίνεται ἀπὸ τὸ
περιεχόμενό της εἶναι προσευχὴ ἰδιωτικὴ καὶ ὣς ἐκ τούτου κανονικὼς
δεν λέγεται στην κοινὴ συνάξῃ, στην Ἐκκλησία δηλαδή, ἀλλὰ ἀναγινώσκεται
κατ’ ἰδίαν ἀπὸ τὸν πιστό.
Ἐν ἀρχῇ ὑπῆρχε μόνο τὸ Μεγάλο
Ἀποδειπνο καὶ στη συνέχεια δημιουργήθηκε για λόγους συντομίας
μία «ἐπιτομὴ» τοῦ μὲ ἀποτέλεσμα να διακρίνονται στο Μεγάλο Ἀποδειπνο
τὸ ὁποῖο διαβάζεται στις ἐνορίες πλέον μόνο κατὰ τῇ Μεγάλῃ Τεσσαρακοστή
τις ἡμέρες Δευτέρᾳ, Τρίτῃ, Τετάρτῃ καὶ Πέμπτη ἑσπέρας ἐνῶ τις ὑπολοιπες
ἡμέρες τοῦ χρόνου λέγεται τὸ Μικρὸ Ἀποδειπνο.
Ἡ ἐπισυνάψῃ τῆς ἀκολουθίας τοῦ Μικροῦ Ἀποδείπνου μετὰ
τῶν Χαιρετισμῶν ἢ τῆς ἀκολουθίας τῆς Θείας Μεταλήψεως ἀποτελεῖ
νεωτερισμό. Ὅλες αὐτὲς οἱ ἀκολουθίες εἶναι ἰδιωτικῆς προσευχῆς.
Ἡ δὲ ἀκολουθία τῶν Χαιρετισμῶν κατὰ την Μεγάλῃ
Τεσσαρακοστὴ καὶ μάλιστα σὲ στάσεις εἶναι πολὺ νεώτερη συνήθεια ἡ
ὁποία δεν μαρτυρεῖται στα τυπικὰ μέχρι τὸν 19ο αἰῶνα.
Τὸ τροπάριο «Τὴν ὡραιότητα τῆς παρθενίας
σου…», ἡ προσθήκη τοῦ «Ἐπὶ Σοι χαίρει…» καὶ τοῦ «Τῇ ὑπερμάχω…» εἰσήχθησαν
ἄστοχα προφανῶς ἀπὸ «εὐσεβιστικοὺς» κύκλους καὶ διαθέσεις.
Ἡ ἐπισυνάψῃ τοῦ κανόνα γίνεται πρὶν τὸ
«Ἄξιόν ἐστι…» καὶ ὄχι μετὰ, καθότι τὸ «Ἄξιόν ἐστι…» λέγεται μετὰ τὴν
θ’ ᾠδὴ βάσει παλαιὰς παραδοσης.
Απὸ
τὸ ἄρθρο τοῦ Μαν.Θεοδωράκη: «Η
ΘΕΣΗ ΤΩΝ ΚΑΝΟΝΩΝ
ΣΤΟ ΜΙΚΡΟ ΑΠΟΔΕΙΠΝΟ».
Ὅπως
φαίνεται στὴν ἀκολουθία τῆς θείας μεταλήψεως, ἡ θέση τοῦ κανόνα στὸ μικρὸ ἀπόδειπνο
εἶναι πρὸ τοῦ «Ἄξιόν ἐστιν …» (Ὡρολόγιον ἐκδόσεων 1509, 1520, 1757
σ. 435, 1832 (anemi.lib.uoc.gr) σ. 491 καὶ
σημερινά). Σ’ αὐτὸ συμφωνοῦν ὁ ἅγιος Συμεὼν Θεσσαλονίκης (P.G. τ. 155 στ.
620D, χφ. Ε. Β. Ε. 2047 τυπικὸ Συμεὼν Θεσσαλονίκης φ. 22r),
τὰ χφφ. Σινὰ 872 ὡρολόγιο ιε’ αἰ. φ. 307r,
2036 ὡρολόγιο ιε’ αἰ. φ. 174r, Paris. gr. 354
θεοτοκάριο τμῆμα ιε' αἰ. φ. 314r, Σινὰ 871 ὡρολόγιο
ιστ’ αἰ. φ. 255r, Κοζάνης Χ
101 ὡρολόγιο ιζ’ αἰ. φ. 151r καὶ τῆς Ἱ. Μ.
Θεοτόκου Ἁγιάσου Λέσβου 26 (θεοτοκάριο τοῦ 1732
στό: Ἀθ. Παπαδοπούλου - Κεραμέως Μαυρογορδάτειος Βιβλιοθήκη, παράρτημα
τοῦ ιε’ τόμου [1884] τοῦ περιοδικοῦ Ὁ ἐν
Κωνσταντινουπόλει Φιλολογικὸς Σύλλογος σ. 166), τὸ χφ. 15 τοῦ Ἱστορικοῦ καὶ
παλαιογραφικοῦ ἀρχείου τοῦ Μορφωτικοῦ Ἱδρύματος τῆς Ἐθνικῆς τραπέζης τυπικὸν
ιη’ αἰ. φ. 8r, τὸ χφ. Μονῆς Δουσίκου 76 τοῦ ἔτους 1846 ἔκδ.
Γηθόσυνον σέβασμα τ. 2 σ. 1781, τὰ τυπικὰ Μ. Κωνσταμωνίτου τοῦ 1854 (D III
σ. 690), Μ. Ξενοφῶντος 1906 σ. 4, Μ. Διονυσίου τοῦ ἔτους 1909 σσ. 438, 469, π.
Γ. Ρήγα τοῦ ἔτους 1908 σσ. 63–64, ὁ ἀείμνηστος καθηγητὴς κ. Ἰ. Φουντούλης (Ἀπαντήσεις
τ. 4 σ. 243), καὶ τὸ Σύστημα Τυπικοῦ σ. 57, ὑπ. 49. Παρομοίως οἱ παρακλητικοὶ
κανόνες προηγοῦνται τοῦ «Ἄξιόν ἐστιν…», ἐνῶ οἱ τριαδικοὶ προηγοῦνται τοῦ «Ἄξιόν
ἐστιν ὡς ἀληθῶς τὴν ὑπέρθεον ὑμνεῖν τριάδα…» στὸ μεσονυκτικὸ τῆς Κυριακῆς. Τὸ «Ἄξιόν
ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον…» ὡς ἀνάπτυξη τοῦ μεγαλυναρίου «Τὴν
τιμιωτέραν…» ἀνήκει στὸ «Μεγαλύνει…» (ἁπλῶς σχετίζεται μὲ τὴν θ’ ᾠδή), ψάλλεται
σὲ ἦχο πλ.β’ (Σ11 σ. 14 καὶ Σ13 σ. 50) καὶ διευκολύνει χρονικὰ τὴ συνηθιζόμενη
θυμίαση κατὰ τὴν θ’ ᾠδὴ. Μετὰ τὸ «Ἄξιόν ἐστιν…» ἀκολουθοῦν τὰ στιχηρὰ τοῦ
θεοτοκαρίου (χφ. Vat. gr. 1072 θεοτοκάριο τοῦ ἔτους 1301 φφ. 58r, 61r, 70r, 125r) ἤ τὰ τυχὸν: ἐξαποστειλάρια,
στιχηρά (προσόμοια, ἰδιόμελα, ἰδιόμελα «εἰς τὸ Δόξα») καὶ ἀπολυτίκιον τοῦ
Μηναίου. ΣΥΝΤΟΜΟΓΡΑΦΙΕΣ
αἰ.
= αἰῶνος.
Σ
= Περιοδικὸ Συμβολή.
φ.
/ φφ. = φύλλο / φύλλα.
χφ.
/ χφφ. = χειρόγραφο / χειρόγραφα.
D I-III
= A.
Dmitrievskij Opisanie
Liturgiceskich Rukopisei
(Ἐπισκόπηση λειτουργικῶν χειρογράφων ἀνατολῆς) τόμοι Ι καὶ ΙΙΙ τυπικά, τόμος ΙΙ
εὐχολόγια, ἔκδ. α’: τόμος Ι 1895, ΙΙ
1901, ΙΙΙ 1917, ἔκδ. β’: 1965 (τυπικὸ
μονῆς Εὐεργέτιδος (στουδιτικὴ οἰκογένεια), τέλη ια’ αἰ.: τ. Ι σσ. 256–656).
Διατίθεται στὴν ἱστοσελίδα:
http://analogion.com/forum/showthread.php?p=50145#post50145
Απὸ
τὶς Ἀρχέτυπες Διατάξεις τοῦ Μαν. Θεοδωράκη (βλ. Απόδειπνο): «Δὲν ἐπαναλαμβάνονται
εἱρμοὶ κανόνων ἁγίων (D ΙΙΙ σ. 77γ, ΑΛΑ Ε’ σ. 331) ἤ τοῦ Θεοτοκαρίου (ΑΛΑ Ε’ σ.
331). Στοὺς δεσποτικοὺς (ΜΕ φφ. 91v, 191v, 209r) ἤ νεκρώσιμους κανόνες ἐπαναλαμβάνονται
συνήθως οἱ εἱρμοὶ τῶν η' καὶ θ' ᾠδῶν».
Ἡ προσθήκη τῶν «Κύριε ἐλέησον» καὶ τῆς
φράσεως « Καὶ σῶσον καὶ βοήθησον ἡμᾶς Παναγία Παρθένε» ἔγιναν ἀπὸ κακὴ μιμήσῃ τοῦ Μεγάλου Ἀποδείπνου
ὅταν ἕπεται ἡμέρα μὲ Ἀλληλούια (ἐκτὸς Σαββάτου) καὶ οἱ ὁποῖες μεταφέρθηκαν
λανθασμένα καὶ στις ἀνατυπώσεις. Ἡ εὐχὴ «Ἄσπιλε…» ἀρχίζει κατευθεῖαν
χωρὶς προκαταρτικὴ εἰσαγωγή.
Οἱ αἰτήσεις τοῦ «Εὐξώμεθα…» τῶν Ἀποδείπνων
διαφέρουν ἀπὸ ἐκεῖνες τοῦ Μεσονυκτικού. Στὸ «Εὐξώμεθα...» τοῦ ἀποδείπνου
παραλείπονται οἱ στίχοι «Μακαρίσωμεν τοὺς εὐσεβεῖς βασιλεῖς... κ.λπ.» (χφ. Μ.
Λαύρας Β-25 ὡρολόγιο ιγ’ αἰ. φ. 224v, Ὡρολόγιον ἐκδ. 1563, 1580, 1584, 1604, 1632,
1740, 1757, 1801, 1819,
1820, 1830, 1832, 1851, 1900, 1952 καὶ σημερινά). Κατὰ τὰ ἔντυπα Ὡρολόγια (1509
καὶ ἐφεξῆς) μόνον στὸ μεσονυκτικὸν (ὄχι στὸ ἀπόδειπνο) προστίθενται καὶ οἱ ἑξῆς
στίχοι τοῦ «Εὐξώμεθα...»: «Μακαρίσωμεν τοὺς εὐσεβεῖς βασιλεῖς (καθὼς ἕπεται
καὶ ἡ βασιλικὴ ἀκολουθία), Τοὺς ὀρθοδόξους ἀρχιερεῖς, καὶ κτήτορας τῆς ἁγίας
μονῆς ταύτης, Τοὺς γονεῖς ἡμῶν καὶ πάντας τοὺς προαπελθόντας πατέρας καὶ ἀδελφοὺς
ἡμῶν, τοὺς ἐνθάδε κειμένους καὶ ἀπανταχοῦ ὀρθοδόξους» (ἔκδ. α’ 1509).
Σχόλια
Δημοσίευση σχολίου